Τρίτη 25 Οκτωβρίου 2016

Ἀκολουθία - Ἁγίου Μεγαλομάρτυρος Δημητρίου Μυροβλύτου

Συνήθης Ἀκολουθία Ὄρθρου, τροπάρια & ἀναγνώσματα Λειτουργίας ἐδῶ.

Συντάκτης φυλλάδος: Νεκτάριος Μαμαλοῦγκος www.nektarios.gr
Μόνιμη ἀνάρτηση φυλλάδων: Ἱστολόγιον www.porphyrios.gr



Απολυτίκιο της ημέρας

26 Οκτωβρίου 2016

Ἦχος γ’.

Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοις, σὲ ὑπέρμαχοv, ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.



Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Τετάρτη 26 Οκτωβρίου 2016

Τοῦ ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου.
Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον 
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β' Β´ 1 - 10
1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου

Σάββατο 13 Ιουνίου 2015




Το Ευαγγέλιο της Κυριακής 14 Ιουνίου 2015 (τῶν Ἁγιορειτὼν Πατέρων) - Κατά Ματθαίον Δ' 18-23
11 Jun, 2015                                                                                                                               
Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. Καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

                                               Ερμηνευτική απόδοση  θ. Κολιτσάρα

Ενώ δε περιπατούσε εις την παραλίαν της θαλάσσης της Γαλιλαίας, είδε δύο αδελφούς, τον Σιμωνα, τον οποίον αργότερα ο ίδιος ο Χριστός ωνόμασε Πετρον, και τον Ανδρέαν τον αδελφόν αυτού, οι οποίοι έριπταν το δίκτυον εις την θάλασσαν, διότι ήσαν ψαράδες· Και λέγει εις αυτούς· “ακολουθήσατέ με και εγώ θα σας κάμω ικανούς να ψαρεύετε και να προσελκύετε ανθρώπους εις την βασιλείαν των ουρανών με το δίκτυον του κυρήγματος”. Αυτοί αμέσως εγκατέλειψαν τα δίκτυα και τον ηκολούθησαν. Και προχωρήσας από εκεί είδε δύο άλλους αδελφούς, τον Ιάκωβον τον υιόν του Ζεβεδαίου και τον Ιωάννην τον αδελφόν αυτού να ετοιμάζουν μαζή με τον πατέρα των τον Ζεβεδαίον τα δίκτυά των μέσα στο πλοίον· και τους εκάλεσεν. Αυτοί δε, χωρίς αναβολήν, άφησαν το πλοίον και τον πατέρα των και τον ηκολούθησαν. Ο δε Ιησούς περιήρχετο τότε όλην την Γαλιλαίαν, εδίδασκεν εις τας συναγωγάς (όπου κάθε Σαββατον εμαζεύοντο οι Εβραίοι) εκήρυσσε το χαρμόσυνον άγγελμα της πνευματικής βασιλείας, που θα εγκαθίδρυε, και εθεράπευε κάθε ασθένειαν και κάθε σωματικήν αδυναμίαν μεταξύ του λαού.

http://wwwSAINT.gr/readings.aspx

Tags: